Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.241 Joseph. AJ 9.246 (English) >>Joseph. AJ 9.250

9.244ἔχοντος δʼ οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπʼ αὐτὸν τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας τῶν Ἰσραηλιτῶν· φίλοι γὰρ ἦσαν· καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες. 9.245 δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δʼ ἐν τοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν. 9.246 δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπʼ οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπʼ αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν· 9.247δώδεκα γὰρ μυριάδες κατʼ ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.241 Joseph. AJ 9.246 (English) >>Joseph. AJ 9.250

Powered by PhiloLogic